Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.146 Joseph. AJ 15.151 (English) >>Joseph. AJ 15.156

15.149τὸ δʼ αὐτὸ καὶ τῶν Ἀράβων προνοούντων ἅμιλλα γίνεται περὶ τοῦ χωρίου καὶ πρῶτον μὲν ἀκροβολισμοῖς, εἶτα δὴ καὶ πλείους εἰς χεῖρας ἐρχόμενοι παρʼ ἀμφοτέρων ἕως ἡττηθέντες οἱ παρὰ τῶν Ἀράβων ἀπεχώρουν. 15.150τοῦτο εὐθὺς εἰς ἐλπίδας τοῖς Ἰουδαίοις οὐ μικρὸν ἐγεγόνει. καὶ τὴν δύναμιν αὐτοῦ ἐννοούμενον πάντα μᾶλλον πρὸς μάχην ἰέναι βουλόμενον θρασύτερον ἐπεχείρησεν αὐτῶν τὸν χάρακα διασπᾶν καὶ τοῦ στρατοπέδου προσάγων ἅπτεσθαι· τούτοις γὰρ ἐκβιασθέντες προῄεσαν ἄτακτοι καὶ προθυμίας τῆς εἰς τὸ νικᾶν ἐλπίδος οὐδʼ ὁτιοῦν ἐσχηκότες. 15.151ὅμως δʼ οὖν εἰς χεῖρας ᾔεσαν πλείους τε ὄντες καὶ διὰ τὸ κατεπείγειν ἐπὶ τὸ τολμηρὸν ὑπὸ τῆς ἀνάγκης στρατηγούμενοι, καὶ μάχη γίνεται καρτερὰ πιπτόντων ἑκατέρωθεν οὐκ ὀλίγων, τέλος δὲ τραπέντες οἱ Ἄραβες ἔφευγον. 15.152ἦν δὲ φόνος ἐγκλινάντων, ὡς μὴ μόνον ὑπὸ τῶν πολεμίων θνήσκειν, ἀλλὰ καὶ σφίσιν αὐτοῖς παραιτίους γίνεσθαι τῶν κακῶν, ὑπό τε πλήθους καὶ φορᾶς ἀτάκτου συμπατουμένων καὶ περιπιπτόντων τοῖς οἰκείοις ὅπλοις· 15.153πεντακισχίλιοι γοῦν αὐτῶν ἐγένοντο νεκροί. τὸ δʼ ἄλλο πλῆθος ἔφθη μὲν εἰς τὸ χαράκωμα συμφυγεῖν, εἶχεν δʼ οὐκ ἐν βεβαίῳ τὴν ἐλπίδα τῆς σωτηρίας ἀπορίᾳ τῶν ἐπιτηδείων καὶ μᾶλλον ὕδατος. οἵ τε Ἰουδαῖοι διώκοντες συνεισπεσεῖν μὲν οὐ κατίσχυσαν,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.146 Joseph. AJ 15.151 (English) >>Joseph. AJ 15.156

Powered by PhiloLogic